Χάρμιδος ἀκούω τοῦ Μασσαλιώτου λέγοντος φιλόμουσον μὲν εἶναι τὴν ἀηδόνα, ἤδη δὲ καὶ φιλόδοξον. ἐν γοῦν ταῖς ἐρημίαις ὅταν ᾄδῃ πρὸς ἑαυτήν, ἁπλοῦν τὸ μέλος καὶ ἄνευ κατασκευῆς τὴν ὄρνιν ᾄδειν: ὅταν δὲ ἁλῷ καὶ τῶν ἀκουόντων μὴ διαμαρτάνῃ, ποικίλα τε ἀναμέλπειν καὶ τακερῶς ἑλίττειν τὸ μέλος. καὶ Ὅμηρος δὲ τοῦτό μοι δοκεῖ ὑπαινίττεσθαι λέγων
ἤδη μέντοι τινὲς καὶ πολυδευκέα φωνὴν γράφουσι τὴν ποικίλως μεμιμημένην, ὡς τὴν ἀδευκέα τὴν μηδ᾽ ὅλως ἐς μίμησιν παρατραπεῖσαν.
ὡς δ᾽ ὅτε Πανδαρέου κούρη χλωρηὶς ἀηδών
καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν.