previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἁλκυὼν ὅταν αἴσθηται ἑαυτῆς κυούσης, τηνικαῦτά τοι ἐς τὴν τῶν νεοττῶν ὑποδοχὴν καλιὰν ἐργάζεται, οὔτε πηλοῦ καὶ ὀρόφου ὡς χελιδὼν δεομένη καὶ οἴκων, καὶ ἄκλητος ἐσιοῦσα ξένη, καὶ λυποῦσα τὰ ἑωθινὰ τῷ λάλῳ καὶ μέντοι καὶ διακόπτουσα [p. 224] τῶν ὕπνων τὸν ἥδιστον, οὔτε πάλιν τῷ σώματι μόνῳ ἐν ἐλευθέροις χωρίοις ἔχεται τοῦ προειρημένου, συμπλέκουσα δὲ καὶ ἀθροίζουσα τὰς τῆς βελόνης ἀκάνθας, δεσμῷ τινι ἀπορρήτῳ τῆς εὐθημοσύνης περιλαμβάνει τὸ ποίημα. τὰς μὲν γὰρ ἐς τὸ εὐθὺ κατέδησαν αὐτῶν, τὰς δὲ ἐπικαρσίας ῾ὑφαντικῆς ἐπιστήμονα γυναῖκα εἴποις ἂν τῷ στήμονι τὴν κρόκην ἐπιπλέκειν᾽, στρογγύλον δὲ ἡσυχῆ τὸ ἔργον ἀποφαίνει καὶ κολπῶδες, οἱονεὶ πλέγμα κύρτου δημιουργοῦσα. καὶ ὅταν ἐξυφήνῃ τὸ εἰρημένον, κομίζει πρὸς τὴν θάλατταν, ἔνθα τοῦ κύματος ἐπιπολάζοντος ἡσυχῆ τὸ κλύσμα ἐπιὸν ἐλέγχει τῇ ἁλκυόνι τὸ ἔργον: τὸ γάρ τοι μὴ στεγανὸν μέρος τὸ ὕδωρ τὸ ἐμπῖπτον ἀκεῖται αὖθις. τὰ δὲ ἡρμοσμένα εἴγε παίοις λίθῳ, οὐκ ἂν διατρήσειας αὐτά. εἰ δὲ καὶ διακόψαι σιδήρῳ ἐθέλοις, τὰ δὲ οὐκ ἂν εἴξειε, καλῶς τε καὶ εὖ διυφασμένα, τοῦ θώρακος τοῦ λινοῦ οὐ μεῖον, ὅνπερ οὖν ἀναθεῖναι τῇ Ἀθηνᾷ τῇ Λινδίᾳ Ἄμασιν ᾄδουσι. τὸ στόμα δὲ τοῦ κύρτου τοῦδε ἄλλῳ μὲν οὔτε ἐσβατὸν οὔτε πάνυ τι σύνοπτον, δέχεται δὲ ἐκείνην μόνην. οὐκ ἂν δὲ ἐσρεύσειε δι᾽ αὐτοῦ οὐδὲ τῆς θαλάττης ἔσω οὐδὲ ἕν: οὕτω τοι στεγανόν ἐστιν. ἐνταῦθά τοι καὶ τοὺς νεοττοὺς τρέφει κατὰ τῶν κυμάτων ἁλκυὼν φερομένη, ὥς φασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: