Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν κητῶν τῶν μεγίστων αἰγιαλοῖς καὶ ᾐόσι καὶ τοῖς λεπροῖς καλουμένοις καὶ βραχέσι χωρίοις προσπελάζει οὐδὲ ἕν, οἰκεῖ δὲ τὰ πελάγη. καὶ ἔστι μέγιστα ὅ τε λέων καὶ ἡ ζύγαινα καὶ ἡ πάρδαλις καὶ οἱ φύσαλοι καὶ ἡ πρῆστις καὶ ἡ καλουμένη μάλθη: δυσανταγώνιστον δὲ ἄρα τὸ θηρίον τοῦτο καὶ ἄμαχον. καὶ ὁ κριὸς δεινὸν ζῷον καὶ κίνδυνον φέρον, εἰ καὶ πόρρωθεν φανείη, τῇ τῆς θαλάττης ταράξει καὶ τῷ κλύδωνι ὃν ἐργάζεται. καὶ ὕαινα, οὐκ αἴσιον ὅραμα τοῖς [p. 236] ναυτιλλομένοις αὕτη γε. κυνῶν δὲ περὶ διαφορᾶς καὶ ἀλκῆς ἀνωτέρω εἶπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.