Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πέπυσμαι δὲ ὑπὲρ τῶν μυρμήκων καὶ ταῦτα. οὕτως ἄρα αὐτοῖς τὸ ἐθελουργὸν καὶ τὸ ἐθελόπονον πάρεστιν ἀπροφασίστως καὶ ἄνευ τινὸς ὑποτιμήσεως ἐθελοκακούσης καὶ σκήψεως, ἐς ἣν ὑποικουρεῖ τὸ ῥᾴθυμον, ὡς κἀν ταῖς πανσελήνοις μηδὲ νύκτωρ βλακεύειν μηδὲ ἐλινύειν, ἀλλ᾽ ἔχεσθαι τῆς σπουδῆς. ὦ ἄνθρωποι,μυρίας προφάσεις τε καὶ σκήψεις ἐς τὸ ῥᾳστωνεύειν ἐπινοοῦντες. καὶ τί δεῖ καταλέγειν τε καὶ ἐπαντλεῖν τὸν τοσοῦτον ὄχλον; κεκήρυκται γὰρ Διονύσια καὶ Λήναια καὶ Χύτροι καὶ Γεφυρισμοί, καὶ μετελθόντων ἐς τὴν Σπάρτην ἄλλα καὶ ἐς Θήβας ἄλλα καὶ κατὰ πόλιν μυρία ἑκάστην τὰ μὲν βάρβαρον τὰ δὲ Ἑλλάδα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.