previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἦν δὲ ἄρα τι βατράχου γένος, καὶ καλεῖται τοῦτο ἁλιεύς, καὶ καλεῖται τὸ ὄνομα ἐξ ὧν δρᾷ. δελέατα ἐκεῖνος ὑπεράνω τῶν ὀφθαλμῶν ἔχει προμήκεις ὡς ἂν εἴποις τινὰς βλεφαρίδας, εἶτα ἑκάστῃ βραχὺ σφαιρίον προσπέφυκε. σύνοιδεν οὖν ἑαυτῷ τούτοις ἐφολκοῖς ὑπὸ τῆς φύσεως ἐς τοὺς ἄλλους ἰχθῦς παρεσκευασμένῳ [p. 227] τε καὶ τεθηγμένῳ προσέτι. οὐκοῦν ὑποκρύψας ἑαυτὸν ἐν τοῖς θολερωτέροις τε καὶ ἰλύος μᾶλλον πεπληρωμένοις ἡσυχάζει; προτείνων τὰς τρίχας τὰς προειρημένας. τὰ τοίνυν βράχιστα τῶν ἰχθύων προσνεῖ ταῖσδε ταῖς βλεφαρίσι, τὰς ἐπ᾽ ἄκρου σφαιροειδεῖς περιφορὰς οἰόμενα δέλεαρ εἶναι, δὲ ἐλλοχῶν ἀτρεμεῖ, πλησίον δὲ ἐκείνων γεγενημένων, ὑπάγει τὰς τρίχας ἐς ἑαυτόν ῾αἳ δὲ ἐσάγονται κρυπταῖς τισιν ὁδοῖς καὶ ἀφανέσἰ, γειτνιάσαντά τε ὑπὸ λαιμαργίας τὰ ἰχθύδια δεῖπνόν ἐστι τῷ βατράχῳ τῷ προειρημένῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: