previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ταῦτα δὲ ὑπὲρ τῆς Αἰγυπτίας ἴβεως προσακήκοα. [p. 51] ἱερὰ τῆς σελήνης ὄρνις ἐστί. τοσούτων γοῦν ἡμερῶν τὰ ᾠὰ ἐκγλύφει, ὅσων θεὸς αὔξει τε καὶ λήγει. τῆς δὲ Αἰγύπτου οὔποτε ἀποδημεῖ. τὸ δὲ αἴτιον, νοτιωτάτη χωρῶν ἁπασῶν Αἴγυπτός ἐστι, καὶ σελήνη δὲ νοτιωτάτη τῶν πλανωμένων ἄστρων πεπίστευται. ἑκοῦσα μὲν οὖν οὐκ ἂν ἀποδημήσειεν ἶβις: εἰ δέ τις ἐπιθέμενος αὐτῇ κατὰ τὸ καρτερὸν ἐξαγάγοι, δὲ ἀμύνεται τὸν ἐπιβουλεύσαντα, ἐς οὐδὲν αὐτῷ τὴν σπουδὴν προάγουσα: ἑαυτὴν γὰρ ἀποκτείνει λιμῷ, καὶ ἀνόνητον τὴν προθυμίαν ἀποφαίνει τῷ προειρημένῳ. βαδίζει δὲ ἡσυχῆ καὶ κορικῶς, καὶ οὐκ ἂν αὐτὴν θᾶττον βάδην προϊοῦσαν θεάσαιτό τις. καὶ τούτων αἱ μέλαιναι τοὺς πτερωτοὺς ὄφεις ἐξ Ἀραβίας ἐς Αἴγυπτον παρελθεῖν οὐκ ἐπιτρέπουσι, τῆς γῆς τῆς φίλης προπολεμοῦσαι: αἱ δὲ ἕτεραι τοὺς ἐξ Αἰθιοπίας κατὰ τὴν τοῦ Νείλου ἐπίκλυσιν ἀφικνουμένους ἀπαντῶσαι διαφθείρουσιν. τί ἂν ἐκώλυσε διὰ τῆς ἐκείνων ἐπιδημίας τοὺς Αἰγυπτίους ἀπολωλέναι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: