Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλεκτρυόνα εἴτε πριάμενος εἴτε δῶρον λαβὼν ἐς τὴν ἀγέλην τὴν σεαυτοῦ καὶ τοὺς ὄρνιθας τοὺς ἠθάδας ἐθέλοις ἀριθμεῖν, οὐκ ἀπολύσεις οὐδὲ ἀφήσεις εἰκῆ καὶ ὡς ἔτυχεν αὐτόν: εἰ δὲ μή, φυγὰς παραχρῆμα οἰχήσεται. ἐς τοὺς οἰκείους καὶ τοὺς συννόμους, εἰ καὶ πάνυ πόρρωθεν εἴη οὗτος. δεῖ δὲ ἄρα αὐτῷ φρουρὰν περιβαλεῖν καὶ δεσμὰ ἀφανῆ ὑπὲρ τὰ Ἡφαίστου τὰ Ὁμήρεια. καὶ ὅ γε λέγω τοιοῦτόν ἐστι. τράπεζαν ἐφ᾽ ἧς ἐσθίεις ἐς μέσον καταθεὶς καὶ τὸν ὄρνιθα λαβὼν καὶ τρὶς αὐτὸν τὴν προειρημένην σκηνὴν περιαγαγών, μέθες τὸ ἐντεῦθεν ἄφετον [p. 49] ἀλᾶσθαι σὺν τοῖς ὄρνισι τοῖς οἰκέταις: ὃ δὲ οὐκ ἀπαλλάττεται, ὥσπερ οὖν πεπεδημένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.