Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέων ὅταν βαδίζῃ, οὐκ εὐθύωρον πρόεισιν, οὐδὲ ἐᾷ τῶν ἰχνῶν ἑαυτοῦ ἁπλᾶ εἶναι τὰ ἰνδάλματα, ἀλλὰ πῆ μὲν πρόεισι, πῆ δὲ ἐπάνεισι, καὶ αὖ πάλιν τοῦ πρόσω ἔχεται, καὶ μέντοι καὶ ἵεται ἐς τοὔμπαλιν. εἶτα προφορεῖται τὴν ὁδόν, καὶ ἀφανίζει τοῖς θηραταῖς [p. 229] ἰέναι κατὰ στίβον τὸν ἑαυτοῦ καὶ ῥᾳδίως τὴν κοίτην ἔνθα ἀναπαύεται καὶ οἰκεῖ σὺν τοῖς σκύμνοις εὑρίσκειν. καὶ ταῦτα μὲν λεόντων ἐστὶν ἴδια δῶρα φύσεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.