Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βάτραχος δὲ θαλάττιος τίκτει κατὰ τοὺς ὄρνιθας ᾠὸν καὶ οὗτος. οὐ ζῳογονεῖ γὰρ ἐν ἑαυτῷ: κεφαλὴν γὰρ ἔχει καὶ τὰ ἀρτιγενῆ μεγάλην τε ἅμα καὶ τραχεῖαν, καὶ διὰ ταῦτα ὑποδέξασθαι τὰ βρέφη δείσαντα ἥκιστός ἐστιν: ἑλκοῖ γὰρ αὐτὸν καὶ κακοῖ ἐσπίπτοντα τὴν αὖθις. ἀλλὰ καὶ τικτόμενα ἂν καὶ ἐξιόντα εἰργάζετο παραπλήσια. οὔτε οὖν εὐώδινες ἐς ζῴων γένεσίν εἰσιν οὔτε μὴν κρησφύγετα τοῖς ἐκγόνοις ἀγαθά. ᾠοῦ δὲ τὴν φύσιν ἢ ἰδιότητα οὐχ ὁμολογεῖ τὸ τῶν βατράχων, τραχὺ δέ ἐστι καὶ ἐκεῖνο, καὶ ἔχει φολίδας, καὶ προσαψαμένῳ φανεῖταί σοι ἀντίτυπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.