Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν κατὰ τὴν οἰκίαν ὄρνις ἐὰν ἐς οἶνον ἐμπέσῃ καὶ ἀποπνιγῇ, οὐδὲν λυμαίνεται οὔτε τοῦ οἴνου φασὶν [p. 225] οὔτε τῶν ἔνδον: ἐὰν δὲ ἐς ὕδωρ κατενεχθῇ, δυσῶδες ἀπέφηνε τὸ ὕδωρ, καὶ κακοσμίαν περὶ τὸν ἀέρα ἐργάζεται. γαλεώτης δὲ ἐὰν ἐς οἶνον κατολισθὼν εἶτα ἀποπνιγῇ, λυπεῖ οὐδὲ ἓν: ἐὰν δὲ ἐς ἔλαιον ἐμπέσῃ καὶ ἀποθάνῃ, δυσῶδες τὸ ἔλαιον ἀποφαίνει, καὶ ὁ γευσάμενος αὐτοῦ φθειρσὶν ἐξέζεσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.