Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ λύκος ἐμπλησθεὶς ἐς κόρον οὐδ᾽ ἂν τοῦ βραχίστου τὸ λοιπὸν ἀπογεύσαιτο: παρατείνεται μὲν γὰρ ἡ γαστὴρ τῷδε, οἰδάνει δὲ ἡ γλῶττα, καὶ τὸ στόμα ἐμφράγνυται, πραότατος δὲ ἐντυχεῖν ἐστιν ἀμνοῦ δίκην, καὶ οὐκ ἂν ἐπιβουλεύσειεν ἢ ἀνθρώπῳ ἢ θρέμματι, οὐδὲ εἰ τῆς ἀγέλης βαδίζοι μέσος. μειοῦται δὲ ἡσυχῆ καὶ κατ᾽ ὀλίγον ἡ γλῶττα αὐτῷ, εἶτα [p. 86] ἐς τὸ ἀρχαῖον σχῆμα ἐπάνεισι, καὶ λύκος γίνεται αὖθις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.