Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄκανθον τὸν ὄρνιν ἐκ τῶν τρεφουσῶν ἀκανθῶν λαβεῖν τὸ ὄνομα οἱ σοφοὶ τὰ ὀρνίθων φασί. φθέγγεται δὲ ἄρα ἐμμελὲς καὶ εὔμουσον δεινῶς. λέγει δὲ Ἀριστοτέλης, ἐὰν τοῦδε τοῦ ἀκάνθου καὶ μέντοι καὶ τοῦ καλουμένου αἰγίθου τὸ αἷμα ἐς ταὐτὸν ἀγγεῖόν τις ἀναμίξῃ καὶ κεράσαι θελήσῃ, τὰ δὲ μὴ συνιέναι μηδ᾽ ἑνοῦσθαι ἐς μίαν κρᾶσιν. ἱερόν τε εἶναι τὸν ἄκανθον τῶν δαιμόνων τῶν κατὰ τὴν ὁδὸν πομπευόντων καὶ ἀγόντων τοὺς ἀνθρώπους φασί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.