Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λιβυστίνων γε μὴν περὶ δορκάδων καὶ κεμάδων τῶν ἐκεῖθι εἰπεῖν αἱρεῖ με θυμὸς τὰ νῦν ταῦτα. ὤκισται μέν εἰσιν αἱ δορκάδες, καὶ ὅμως τοὺς ἵππους τοὺς Λίβυας οὐ διαδιδράσκουσι. λαμβάνονται δὲ καὶ ἄρκυσι. φαιαὶ δ᾽ εἰσὶ τὴν γαστέρα, καὶ αὐταῖς ἥδε ἡ χρόα ἐς τὰς λαπάρας ἄνεισι: παρ᾽ ἑκάτερα δὲ τῆς νηδύος μέλαιναι ταινίαι καθέρπουσιν αὐταῖς. ξανθαί γε μὴν τὸ λοιπὸν σῶμά εἰσι, μακραὶ τοὺς πόδας, μέλαιναι τὸ ὄμμα, τὴν κεφαλὴν κέρασι κεκοσμημέναι, τὰ δὲ ὦτα αὐταῖς ἐστι μήκιστα. ἥ γε μὴν καλουμένη
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.