Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγεται δὲ τὰ ἴχνη καὶ τὰ γνωρίσματα τῶν τῆς ἀσπίδος δηγμάτων μὴ πάνυ τι εἶναι δῆλα καὶ εὐσύνοπτα. καὶ τὸ αἴτιον ἐκεῖνο εἶναι πυνθάνομαι. ὀξύτατόν ἐστι τὸ ἐξ αὐτῆς φάρμακον καὶ διαδραμεῖν ὤκιστον. οὐκοῦν ἣ μὲν ἐνέφυ, τὸ δὲ οὐκ ἐπιπολεύει, ἀλλὰ ἐς τοὺς ἔσω πόρους κατολισθάνει, καὶ τῆς μὲν ἐπιφανείας καὶ τοῦ χρωτὸς τοῦ ὑπὸ τὴν ὄψιν ἀφανίζεται, ὠθεῖται δὲ ἔνδον. ἔνθεν τοι καὶ τῆς Κλεοπάτρας ὁ θάνατος τοῖς ἀμφὶ τὸν Σεβαστὸν οὐ πάνυ τι ῥᾳδίως ἐγνώσθη ἀλλὰ ὀψέ, δύο κεντημάτων καὶ μάλα γε δυσθεάτων καὶ δυσθηράτων ὀφθέντων, δι᾽ ὧν ἐφωράθη τὸ τοῦ θανάτου αἴνιγμα. ἄλλως τε καὶ ἴχνη τοῦ τῆς ἀσπίδος σύρματος ἐφάνη, πρόδηλα τοῖς ἔχουσι τῆς τούτων κινήσεως τῶν ζῴων τὴν ἱστορίαν ὄντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.