ἰδίᾳ δὲ καὶ ἐν τῇ Κλάρῳ τὸν Διὸς καὶ Λητοῦς τιμῶσιν οἱ Κλάριοι καὶ πᾶν τὸ Ἑλληνικόν. οὐκοῦν ὁ ἐνταῦθα χῶρος τοῖς ἰοβόλοις θηρίοις ἀστιβής τε ἅμα καὶ ἔχθιστός ἐστι, τοῦτο μὲν καὶ τῇ τοῦ δαίμονος βουλῇ, πάντως δὲ καὶ πεφρικότων τῶν θηρίων αὐτὸν ἅτε καὶ αὐτὸν σώζειν εἰδότα καὶ μέντοι καὶ τὸν σωτῆρα καὶ νόσων ἀντίπαλον Ἀσκληπιὸν φύσαντα. ἀλλὰ καὶ Νίκανδρος οἷς λέγω μάρτυς. λέγει δὲ Νίκανδρος [p. 268]
οὐκ ἔχις οὐδὲ φάλαγγες ἀπεχθέες οὐδὲ βαθυπλὴξ
ἄλσεσιν ἐνδιάει σκορπίος ἐν Κλαρίοις,
Φοῖβος ἐπεί ῥ᾽ αὐλῶνα βαθὺν μελίῃσι καλύψας
ποιηρὸν δάπεδον θῆκεν ἑκὰς δακέτων.