Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγει δὲ Δημόστρατος, ἀνὴρ ἁλιευτικῆς σοφίας ἐπιστήμων ναὶ μὰ Δία καὶ ἑρμηνεῦσαι χρηστός, εἶναί τινα ἰχθὺν ὡραῖον τὸ εἶδος, καὶ καλεῖσθαι σελήνην τοῦτον, τὸ μέγεθος βραχύν, κυανοῦν τὸ εἶδος, πλατὺν τὸ σχῆμα. τὰ νῶτα δὲ οἱ λοφιὰς ἔχειν καὶ τάσδε ἀνατείνειν ὁ αὐτός φησι: μαλακὰς δὲ εἶναι αὐτὰς [p. 369] καὶ οὔτε ἀντιτύπους οὔτε τραχείας. ταύτας οὖν, ὅταν ὁ ἰχθὺς οὗτος ὑπονήχηται, διαιρεῖσθαι καὶ ἀποδεικνύναι κύκλου ἡμίτομον, καὶ εἶναι σελήνης ὅσα ἰδεῖν τῆς διῃρημένης σχῆμα. καὶ ταῦτα μὲν Κύπριοι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.