Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θαλάττιον ζῷον οἱ ἀστέρες, καὶ εἰσὶ καὶ οὗτοι μαλακόστρακοι, ἐχθροὶ δὲ τοῖς ὀστρέοις: δειπνοῦσι γὰρ αὐτά. καὶ ὁ τρόπος τῆς ἐπιβουλῆς τῆς κατ᾽ αὐτῶν ἐκεῖνός ἐστι. τὰ μὲν κέχηνε πολλάκις ψύχους δεόμενα καὶ ἄλλως εἴ τί σφισιν ἐμπέσοι τούτῳ τραφησόμενα: οἱ τοίνυν ἀστέρες μέσον τῶν ὀστράκων διείρουσιν ἓν κῶλον τῶν σφετέρων ἕκαστος, καὶ ἐμπίπλανται τῶν σαρκῶν, διειργομένων συνελθεῖν τῶν ὀστράκων αὖθις. ἴδιον μὲν δὴ καὶ ἀστέρων θαλαττίων εἰρήσθω ἡμῖν τοῦτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.