previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


θήραν ἰχθύων Μακέτιν ἀκούσας οἶδα, καὶ ἥδε θήρα ἐστί. Βεροίας τε καὶ Θεσσαλονίκης μέσος ῥεῖ ποταμὸς ὄνομα Ἀστραῖος. εἰσὶν οὖν ἐνταῦθα ἰχθύες τὴν χρόαν κατάστικτοι: τίνας δὲ αὐτοὺς οἱ ἐπιχώριοι καλοῦσι, Μακεδόνας ἐρέσθαι λῷόν ἐστιν. οὐκοῦν οὗτοι ποιοῦνται τροφὴν μυίας ἐπιχωρίους ἐν τῷ ποταμῷ πετομένας οὐδέν τι ταῖς ἀλλαχόθι μυίαις προσεικασμένας οὐδὲ μὴν σφηκῶν ὄψει παραπλησίας, οὐδ᾽ ἂν εἴποι τις ταῖς καλουμέναις ἀνθηδόσβι τὴν μορφὴν εἰκότως ἂν ἀντικρίνεσθαι τοῦτο τὸ ζῷον οὐδὲ ταῖς μελίτταις αὐταῖς: ἔχει δέ τινα τῶν προειρημένων ἑκάστου μοῖραν ἰδίαν. ἔοικεν οὖν τὸ μὲν θράσος μυίᾳ, τὸ δὲ μέγεθος εἴποις ἂν ἀνθηδόνα, σφηκὸς δὲ τὴν χρόαν ἀπεμάξατο, βομβεῖ δὲ ὡς αἱ μέλιτται. καλοῦσι δὲ ἵππουρον αὐτὴν πᾶν ὅσον ἐστὶν ἐπιχώριον. ἐκζητοῦσιν οὖν ἐπικείμεναι τῷ ῥεύματι τροφὴν τὴν ἑαυταῖς φίλην, οὐ μὴν δύνανται τοὺς ὑπονηχομένους λαθεῖν ἰχθύας. ὅταν οὖν αὐτῶν ἐπιπολάζουσαν τὴν [p. 366] μυῖαν θεάσηταί τις, ἡσυχῆ καὶ ὕφυδρος νέων ἔρχεται, κινῆσαι τὸ ἄνω δεδοικὼς ὕδωρ, ἵνα μὴ σοβήσῃ τὸ θήραμα. εἶτα ἐλθὼν πλησίον κατὰ τὴν σκιὰν αὐτῆς, ὑποχανὼν κατέπιε τὴν μυῖαν, ὡς οἶν ἐξ ἀγέλης λύκος ἁρπάσας χῆνα ἐξ αὐλῆς ἀετός: καὶ τοῦτο δράσας ὑπεσῆλθε τὴν φρίκην. ἴσασιν οὖν οἱ ἁλιεῖς τὰ πραττόμενα, καὶ ταῖσδε μὲν ταῖς μυίαις ἐς δέλεαρ τῶν ἰχθύων χρῶνται οὐδὲ ἕν: ἐὰν γὰρ αὐτῶν προσάψηται χεὶρ ἀνθρωπίνη, ἀφῄρηνται μὲν τὴν χρόαν τὴν συμφυῆ, μαραίνεται δὲ αὐταῖς τὰ πτερὰ καὶ ἄβρωτοι γίνονται τοῖς ἰχθύσι, καὶ διὰ ταῦτα οὐ προσίασιν αὐταῖς, ἀπορρήτῳ φύσει τὰς ᾑρημένας μεμισηκότες: σοφίᾳ δ᾽ οὖν περιέρχονται τοὺς ἰχθῦς ὑδροθηρικῇ, δόλον αὐτοῖς ἐπινοήσαντες οἷον. τῷ ἀγκίστρῳ περιβάλλουσιν ἔριον φοινικοῦν, ἥρμοσταί τε τῷ ἐρίῳ δύο πτερὰ ἀλεκτρυόνος ὑπὸ τοῖς καλλαίοις πεφυκότα καὶ κηρῷ τὴν χρόαν προσεικασμένα: ὀργυιᾶς δὲ κάλαμός ἐστι, καὶ ὁρμιὰ δὲ τοσοῦτον ἔχει τὸ μῆκος. καθιᾶσιν οὖν τὸν δόλον, ἑλκόμενος δὲ ὑπὸ τῆς χρόας ἰχθὺς καὶ οἰστρώμενος ἀντίος ἔρχεται, καὶ θοίνην ὑπολαμβάνων ἐκ τοῦ κάλλους τῆς ὄψεως ἕξειν θαυμαστήν, εἶτα μέντοι περιχανὼν ἐμπαλάσσεται τῷ ἀγκίστρῳ, καὶ πικρᾶς τῆς ἑστιάσεως ἀπολέλαυκεν ᾑρημένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: