Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μητροδίδακτον μὲν τὸν τῆς Ἀρήτης υἱὸν τὸν τῆς ἀδελφῆς τῆς Ἀριστίππου ὑμνοῦσιν οἱ πολλοί: λέγει δὲ Ἀριστοτέλης ἰδεῖν αὐτὸς τὰ νεόττια τῆς ἀηδόνος ὑπὸ τῆς μητρὸς διδασκόμενα ᾄδειν. ἦν δὲ ἄρα ὀρνίθων ἡ ἀηδὼν ἐλευθερίας ἐράστρια ἰσχυρῶς, καὶ διὰ ταῦτα ἡ ἐντελὴς τὴν ἡλικίαν ὅταν θηραθῇ καὶ καθειργμένη ᾖ ἐν οἰκίσκῳ, ᾠδῆς ἀπέχεται, καὶ ἀμύνεται τὸν ὀρνιθοθήραν ὑπὲρ τῆς δουλείας τῇ σιωπῇ. οὗπερ οὖν οἱ ἄνθρωποι πεπειραμένοι, τὰς μὲν ἤδη πρεσβυτέρας μεθιᾶσι, σπουδάζουσι δὲ θηρᾶν τὰ νεόττια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.