previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γάγγης παρὰ τοῖς Ἰνδοῖς ῥέων ὑπαρχόμενος μὲν ἐκ τῶν πηγῶν βαθύς ἐστιν ἐς ὀργυιὰς εἴκοσι, πλατὺς δὲ ἐς ὀγδοήκοντα σταδίους: ἔτι γὰρ αὐθιγενεῖ τῷ ὕδατι πρόεισι καὶ ἀμιγεῖ πρὸς ἕτερον: προϊὼν δὲ τῶν ἄλλων ἐς αὐτὸν ἐμπιπτόντων καὶ ἀνακοινουμένων οἱ τὸ ὕδωρ ἐς βάθος μὲν ἥκει καὶ ἑξήκοντα ὀργυιῶν, πλατύνεται δὲ καὶ ὑπερεκχεῖται ἐς σταδίους τετρακοσίους. καὶ ἔχει νήσους Λέσβου τε καὶ Κύρνου μείζονας, καὶ τρέφει κήτη, καὶ ἐκ τῆς τούτων πιμελῆς ἄλειφα ἐργάζονται. εἰσὶ δὲ ἐν αὐτῷ καὶ χελῶναι, καὶ αὐταῖς τὸ χελώνιον πιθάκνης καὶ εἴκοσιν ἀμφορέας δεχομένης οὐ μεῖόν ἐστι. κροκοδείλων δὲ παιδεύει διπλᾶ γένη. καὶ τὰ μὲν αὐτῶν ἥκιστα βλάπτει, τὰ [p. 313] δὲ παμβορώτατα σαρκῶν ἐσθίει καὶ ἀφειδέστατα, καὶ ἔχουσιν ἐπ᾽ ἄκρου τοῦ ῥύγχους ἐξοχὴν ὡς κέρας. τούτοις τοι καὶ πρὸς τὰς τῶν κακούργων τιμωρίας ὑπηρέταις χρῶνται: τοὺς γὰρ ἐπὶ τοῖς μεγίστοις τῶν ἀδικημάτων ἑαλωκότας ῥίπτουσιν αὐτοῖς, καὶ δημίου δέονται ἥκιστα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: