Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πολυφωνότατα δὲ τὰ ζῷα καὶ πολύφθογγα ὡς ἂν εἴποις ἡ φύσις ἀπέφηνεν, ὥσπερ οὖν καὶ τοὺς ἀνθρώπους. ὁ γοῦν Σκύθης ἄλλως φθέγγεται καὶ ὁ Ἰνδὸς ἄλλως, καὶ ὁ Αἰθίοψ ἔχει φωνὴν συμφυᾶ καὶ οἱ Σάκαι: φωνὴ δὲ Ἑλλὰς ἄλλη, καὶ Ῥωμαία ἄλλη. οὕτω τοι καὶ τὰ ζῷα ἄλλο ἄλλως προΐεται τὸν συγγενῆ τῆς γλώττης ἦχόν τε καὶ ψόφον: τὸ μὲν γὰρ βρυχᾶται, μυκᾶται δὲ ἄλλο, καὶ χρεμέτισμα ἄλλου καὶ ὄγκησις ἄλλου βληχηθμός τε καὶ μηκασμός, καί τισι μὲν ὠρυγμός, τισὶ δὲ ὑλαγμὸς φίλον, καὶ ἄλλῳ ἀρράζειν: κλαγγαὶ δὲ καὶ ῥοῖζοι καὶ κριγμοὶ καὶ ᾠδαὶ καὶ μελῳδίαι καὶ τραυλισμοὶ καὶ μυρία ἕτερα δῶρα τῆς φύσεως ἴδια τῶν ζῴων ἄλλα ἄλλων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.