Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βασκάνων ὀφθαλμοὺς καὶ γοήτων φυλάττεται καὶ τῶν ζῴων τὰ ἄλογα φύσει τινὶ ἀπορρήτῳ καὶ θαυμαστῇ. ἀκούω γοῦν βασκανίας ἀμυντήριον τὰς φάττας δάφνης κλωνία ἀποτραγούσας λεπτὰ εἶτα μέντοι ταῖς ἑαυτῶν καλιαῖς ἐντιθέναι τῶν νεοττίων φειδοῖ: ἰκτῖνοι δὲ ῥάμνον, κίρκοι δὲ πικρίδα, αἵ γε μὴν τρυγόνες τὸν τῆς ἴρεως καρπόν, ἄγνον δὲ κόρακες, οἱ δὲ ἔποπες τὸ ἀδίαντον, ὅπερ οὖν καὶ καλλίτριχον καλοῦσί τινες, ἀριστερεῶνα δὲ κορώνη, καὶ κιττὸν ἅρπη, καρκίνον δὲ ἐρωδιός, πέρδιξ δὲ καλάμου φόβην, θαλλὸν δὲ αἱ κίχλαι μυρρίνης. προβάλλεται δὲ καὶ κόρυδος ἄγρωστιν, ἀετοὶ δὲ τὸν λίθον, ὅσπερ οὖν ἐξ αὐτῶν ἀετίτης κέκληται. λέγεται δὲ οὗτος ὁ λίθος καὶ γυναιξὶ κυούσαις ἀγαθὸν εἶναι, ταῖς ἀμβλώσεσι πολέμιος ὤν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.