Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν Κουριάδι αἱ ἔλαφοι ῾πλῆθος δὲ ἄρα τούτων τῶν θηρίων ἐνταῦθά ἐστι, καὶ πολλοὶ θηραταὶ περὶ τὴν ἄγραν αὐτῶν ἠνέμωνταἰ ὅταν καταφύγωσιν ἐς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν τὸ ἐνταυθοῖ ῾ἔστι δὲ ἄλσος μέγιστον᾽, ὑλακτοῦσι μὲν οἱ κύνες, πλησίον δὲ ἐλθεῖν οὐχ ὑπομένουσιν: αἳ δὲ συστᾶσαι νέμονται ἄτρεπτον καὶ ἀδεᾶ τὴν νομήν, ἀπορρήτῳ τινὶ φύσει τὴν ὑπὲρ ἑαυτῶν σωτηρίαν τῷ θεῷ πιστεύουσαι αἱ ἔλαφοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.