Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔχεως μὲν καὶ μυραίνης γάμους καὶ ὅπως ἀλλήλοις ὁμιλοῦσιν, ἣ μὲν προϊοῦσα τῆς θαλάττης, ὃ δὲ ἐξέρπων τοῦ φωλεοῦ, ἐν τοῖς πρόσθεν εἰπὼν οὐκ ἐπιλέλησμαι. ὃ δὲ οὐκ εἶπον νῦν ἂν εἴποιμι. μέλλων ὁ ἔχις ὁμιλεῖν αὐτῇ, ἵνα δόξῃ πρᾶος ὡς πρέπει νυμφίῳ, τὸν ἰὸν ἀπεμεῖ καὶ ἐκβάλλει, καὶ οὕτως ὑποσυρίσας τὴν νύμφην παρακαλεῖ, οἱονεὶ προγάμιόν τινα ὑμέναιον ἀναμέλψας. ὅταν δὲ τὰ τῆς ἀφροδισίου σπουδῆς τελέσωσι μετ᾽ ἀλλήλων ὄργια, ἣ μὲν ἐπί τε τὰ κύματα καὶ τὴν θάλατταν ὥρμησεν, ὃ δὲ ἀναρροφήσας τὸν ἰὸν αὖθις ἐς τὰ ἤθη τὰ οἰκεῖα ἐπάνεισιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.