Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἴδιον δὲ ἄρα ὁ πορφυρίων πρὸς τῷ ζηλοτυπώτατος εἶναι καὶ ἐκεῖνο δήπου κέκτηται. φιλοίκειον αὐτὸν εἶναί φασιν καὶ τὴν συντροφίαν τῶν συννόμων ἀγαπᾶν. ἐν οἰκίᾳ γοῦν τρέφεσθαι πορφυρίωνα καὶ ἀλεκτρυόνα ἤκουσα, καὶ σιτεῖσθαι μὲν τὰ αὐτά, βαδίζειν δὲ τὰς ἴσας βαδίσεις καὶ κοινῇ κονίεσθαι. οὐκοῦν ἐκ τούτων φιλίαν τινὰ θαυμαστὴν αὐτοῖς ἐγγενέσθαι. καί ποτε ἑορτῆς ἐπιστάσης ὁ δεσπότης ἀμφοῖν τὸν ἀλεκτρυόνα καταθύσας εἱστιάθη σὺν τοῖς οἰκείοις: ὁ δὲ πορφυρίων τὸν σύννομον οὐκ ἔχων καὶ τὴν ἐρημίαν μὴ φέρων ἑαυτὸν ἀτροφίᾳ διέφθειρεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.