Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ Ὀρέσται καὶ οἱ Ἀλκμαίωνες πρὸς ταῦτα, ὦ τραγῳδοὶ φίλοι; τὴν ὕαιναν τῆτες μὲν ἄρρενα εἰ θεάσαιο, τὴν αὐτὴν ἐς νέωτα ὄψει θῆλυν: εἰ δὲ θῆλυν νῦν, μετὰ ταῦτα ἄρρενα: κοινωνοῦσί τε ἀφροδίτης ἑκατέρας, καὶ γαμοῦσί τε καὶ γαμοῦνται, ἀνὰ ἔτος πᾶν ἀμείβουσαι τὸ γένος. οὐκοῦν τὸν Καινέα καὶ τὸν Τειρεσίαν [p. 17] ἀρχαίους ἀπέδειξε τὸ ζῷον τοῦτο οὐ κόμποις ἀλλὰ τοῖς ἔργοις αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.