Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγει τις λόγος τοὺς ὄρνιθας τοὺς ἀτταγᾶς μετακομισθέντας ἐς Αἴγυπτον ἐκ Λυδίας καὶ ἀφεθέντας ἐς τὰς ὕλας τὰ μὲν πρῶτα ὄρτυγος φωνὴν ἀφιέναι: χρόνῳ δὲ ὕστερον τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο, καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο. οὐ διέλιπον οὖν οἱ ὄρνιθες οὗτοι πολλῷ σαφέστερον καὶ ἐναρθρότερον παιδίου φθέγμα ἀφιέντες καὶ λέγοντες ῾τρὶς τοῖς κακοῖς τὰ κακά.᾿ λέγει δὲ ὁ αὐτὸς λόγος ὅτι συλληφθέντες καὶ ἀγρευθέντες οὐ μόνον οὐ τιθασεύονται, ἀλλὰ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν ἣν πρότερον ἠφίεσαν: ἡ δουλεία γὰρ αὐτῶν καταψηφίζεται σιωπήν. ἐὰν δὲ ἀφεθῶσι καὶ ἐλεύθερον ἁπλώσωσι τὸ πτερόν, καὶ ἐς ἤθη τὰ ἑαυτῶν [p. 386] ἀφίκωνται πάλιν γίνονται ἔμφωνοι, ὁμοῦ καὶ τὸ φθέγμα καὶ τὴν παρρησίαν ἀναλαβόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.