Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διατριβαὶ δὲ ἰχθύων πολλαί, καὶ γίνονται οἳ μὲν ἐν ταῖς πέτραις, οἳ δὲ ἐν ταῖς ψάμμοις, ἄλλοι δὲ ἐν ταῖς πόαις. καὶ γάρ τοι καὶ πόαι θαλάττιαί εἰσι, καὶ αἳ μὲν αὐτῶν καλοῦνται βρύα, αἳ δὲ ἄμπελοι, καὶ σταφυλαί τινες, καὶ φυκία ἄλλα: ἦν δὲ ἄρα θαλαττίας πόας καὶ κράμβη ὄνομα, καὶ μνία καλεῖταί τινα ἐν αὐταῖς καὶ τρίχες. τροφὴ δὲ ἄρα τούτων ἄλλῳ ἄλλη ἦν, καὶ οὐκ ἂν πάσαιτο ἑτέρας ὁ εἰθισμένος τῇ συντρόφῳ καὶ ὁμοεθνεῖ, ὡς ἂν εἴποι τις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.