Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φώκην Εὔδημος λέγει ἐρασθῆναι ἀνδρὸς σπογγιὰς θηρεύειν συνειθισμένου, καὶ προϊοῦσαν τῆς θαλάττης ἔνθα ἦν ὕπαντρος πέτρα ὁμιλεῖν αὐτῷ. τῶν δὲ ὁμοτέχνων ἦν ἄρα οὗτος αἴσχιστος, ἀλλὰ ἐδόκει τῇ φώκῃ ὡραιότατος εἶναι. καὶ θαῦμα ἴσως οὐδέν, ἐπεὶ καὶ ἄνθρωποι πολλάκις τῶν ἧττον καλῶν ἠράσθησαν, ἐς τοὺς ὡραιοτάτους οὐ παθόντες οὐδὲ ἕν, ἀλλ᾽ ἀμελήσαντες αὐτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.