Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λύκος ὁμόσε ταύρῳ χωρεῖν καὶ ἰέναι οἱ κατὰ πρόσωπον ἥκιστός ἐστι, δέδοικε δὲ τὰ κέρατα καὶ τὰς ἀκμὰς αὐτῶν ἐκνεύει. καὶ ὡς ἐξ εὐθείας οἱ μαχούμενος ἀπειλεῖ: οὐ μὴν δρᾷ τοῦτο, ἀλλὰ ὥσπερ οὖν ἐπιθησόμενος ὑποφαίνει, εἶτα μέντοι προσπεσόντος ὃ δὲ ἑαυτὸν ἐξελίξας ἐς τὰ νῶτα ἀνέθορε, καὶ ἐγκρατῶς ἔχεται τοῦ θηρὸς ὁ θὴρ ὁ ἀντίπαλος, καὶ κατισχύει αὐτοῦ σοφίᾳ φυσικῇ τὸ ἐνδέον ἀνακούμενος ὁ λύκος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.