Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ ἐν τῇ Αἰγύπτῳ ἱερεῖς ἑαυτοὺς περιρραίνουσιν οὐ παντὶ ὔδατι, οὐ μὴν οὐδὲ τῷ παρατυχόντι, ἀλλὰ ἐκείνῳ ἐξ οὗ πεπιστεύκασιν ὅτι ἄρα ἶβις πέπωκεν. ἴσασι γὰρ κάλλιστα ὅτι μήποτ᾽ ἂν πίοι ὕδατος ἐκείνη ῥυπαροῦ καὶ λελυμασμένου ἔκ τινων φαρμάκων: ἔχειν γάρ τι πιστεύουσιν ἐν ἑαυτῷ τὸ ζῷον καὶ μαντικῆς, ἅτε ἱερόν. ἐλέφαντας δὲ ἀκούω τῶν τετρωμένων τοὺς ἀτρώτους πεφεισμένως ἐξαιρεῖν καὶ ξυστὰ καὶ ἀκόντια, ὥσπερ οὖν χειρουργίας ἐπιστήμονας καὶ μαθόντας τὴν ἐν τοῖσδε σοφίαν. οὕτω δὲ ἄρα ἦν διὰ σπουδῆς τοῖς ἄνω τοῦ χρόνου καὶ τὰ ἄλογα. ἔχαιρε μὲν ἀκούων Λἰετὸς ὁ Ἠπειρώτης Πύρρος, ὃ δὲ τὸ δὴ λεγόμενον Ἱέραξ ὁ Ἀντίοχος. διάφορα μὲν δὴ ταῦτα καὶ ἀθρόα εἴρηται, τῷ συνιέντι μαθεῖν ἄξια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.