Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐθέλει, καὶ ὡς ἂν εἴποις ἕλειός ἐστι. λαβόντες οὖν ἁπαλὰ καὶ εὐπειθῆ τρέφουσι κολακείᾳ τε τῇ κατὰ γαστέρα καὶ θεραπείᾳ τῇ περὶ τὸ σῶμα καὶ φωνῇ θωπευτικῇ ῾συνιᾶσι γὰρ ἐλέφαντες καὶ γλώττης ἀνθρωπίνης τῆς ἐπιχωρίοὐ, καὶ συνελόντι εἰπεῖν ὡς παῖδας αὐτοὺς ἐκτρέφουσι, καὶ κομιδὴν προσάγουσιν αὐτοῖς καὶ παιδεύματα ποικίλα. οἳ δὲ πείθονται. [p. 90] Ὅταν ἀλοητὸς ᾖ, καὶ στρέφωνται περὶ τὸν δῖνον οἱ βόες, καὶ πεπληρωμένη τῶν δραγμάτων ἡ ἅλως ᾖ, ὑπὲρ τοῦ τοὺς βοῦς μὴ ἀπογεύσασθαι τῶν σταχύων βολίτῳ τὰς ῥῖνας ἐπιχρίουσιν αὐτῶν, σόφισμα ἐπινοήσαντες τοῦτο καὶ μάλα γε ἐπιτήδειον. τοῦτο γὰρ τὸ ζῷον μυσαττόμενον τὴν προειρημένην χρῖσιν οὐκ ἄν τινος ἀπογεύσαιτο, οὐδ᾽ εἰ τῷ βαρυτάτῳ λιμῷ πιέζοιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.