Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἔχεως δῆγμα καὶ ὄφεως ἄλλου φασὶν ἀντιπάλων μὴ διαμαρτάνειν φαρμάκων. καὶ τὰ μὲν αὐτῶν ἀκούω πώματα εἶναι, τὰ δὲ χρίματα: καὶ ἐπαοιδαὶ δὲ ἐπράυναν τὸν ἐγχρισθέντα ἰόν. ἀσπίδος δὲ ἀκούω μόνης δῆγμα ἀνίατον εἶναι καὶ ἐπικουρίας κρεῖττον. καὶ μισεῖν ἄξιον τὸ ζῷον τῆς εὐκληρίας τῆς ἐς τὸ κακόν. ἀλλὰ καὶ τούτου θηρίον μιαρώτερον καὶ ἀφυλακτότερον γυνὴ φαρμακίς, οἵαν ἀκούομεν καὶ τὴν Μήδειαν καὶ τὴν Κίρκην: τὰ μὲν γὰρ τῶν ἀσπίδων φάρμακα δήγματος ἔργα ἐστί, τὰ δὲ ἐκείνων ἀναιρεῖ καὶ ἐκ μόνης τῆς ἁφῆς, φασίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.