Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν σαῦρον εἰ παίσας εἴτε ἑκὼν εἴτε καὶ κατὰ τύχην ῥάβδῳ μέσον διατέμοις, οὐδέτερον αὐτῷ τῶν μερῶν ἀποτέθνηκεν, ἀλλὰ χωρὶς καὶ καθ᾽ ἑαυτὸ πρόεισί τε καὶ ζῇ δύο ποσὶν ἐπισυρόμενον τὸ ἡμίτομον καὶ ἐκεῖνο καὶ τοῦτο. εἶτα ὅταν συνέλθῃ ῾σύνεισι γὰρ πρὸς τὸ λεῖπον τὸ ἕτερον πολλάκισ᾽, συνδυασθέντε συνηλθέτην ἐκ τῆς διαιρέσεως: καὶ ἑνωθεὶς ὁ σαῦρος, τοῦ μὲν πάθους τὸ ἴχνος αὐτῷ κατηγορεῖ ἡ οὐλή, περιθέων δὲ καὶ τὴν ἀρχαίαν βιοτὴν ἔχων ἔοικε τῶν προειρημένων μὴ πεπειραμένῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.