Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κακοηθέστατον δὲ ἄρα τῶν ζῴων ὁ πίθηκος ἦν, καὶ ἔτι πλέον ἐν οἷς πειρᾶται μιμεῖσθαι τὸν ἄνθρωπον. αὐτίκα γοῦν ἰδὼν ἐξ ἀπόπτου τροφὸν λούουσαν παιδίον ἐν σκάφῃ, καὶ πρῶτον μὲν ὑπολύουσαν τὰ σπάργανα, εἶτα ἐκ τοῦ λουτροῦ κατειλοῦσαν αὐτό, παραφυλάξας ἔνθα ἀνέπαυσε τὸ βρέφος, ὡς εἶδεν ἐρημίαν, ἐσέθορε διά τινος ἀνεῳγμένης θυρίδος, ἐξ ἧς οἱ πάντα σύνοπτα ἦν, καὶ ἄρας ἐκ τῆς εὐνῆς τὸ παιδίον, καὶ γυμνώσας ὡς ἔτυχεν ἰδών, καὶ κομίσας ἐς μέσον τὴν σκάφην, ζέον ὕδωρ ῾καὶ γὰρ ἦν ἐπί τινων ἀνθράκων θερμαινόμενον᾽ τοῦ δυστυχοῦς παιδίου κατέχεε, καὶ μέντοι καὶ ἀπέκτεινεν αὐτὸ οἴκτιστα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.