Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κόρακες Αἰγύπτιοι, ὅσοι τῷ Νείλῳ παραδιαιτῶνται, τῶν πλεόντων τὰ πρῶτα ἐοίκασιν ἱκέται εἶναι, λαβεῖν τι αἰτοῦντες: καὶ λαβόντες μὲν ἡσυχάζουσιν, ἀτυχήσαντες δὲ ὧν ᾔτουν συμπέτονται, καὶ ἑαυτοὺς καθίσαντες ἐπὶ τὸ κέρας τῆς νεὼς τῶν σχοίνων ἐσθίουσί τε καὶ διατέμνουσι τὰ ἅμματα. Λίβυες δὲ κόρακες, ὅταν οἱ ἄνθρωποι φόβῳ δίψους ὑδρευσάμενοι πληρώσωσι τὰ ἀγγεῖα ὕδατος, καὶ κατὰ τῶν τεγῶν θέντες ἐάσωσι τῷ ἀέρι τὸ ὕδωρ φυλάττειν ἄσηπτον, ἐνταῦθα ἐς ὅσον μὲν αὐτοῖς τὰ ῥάμφη κάτεισιν ἐγκύπτοντες, χρῶνται τῷ ποτῷ: ὅταν δὲ ὑπολήξῃ, ψήφους κομίζουσι καὶ τῷ στόματι καὶ τοῖς ὄνυξι, καὶ ἐμβάλλουσιν ἐς τὸν κέραμον: καὶ αἳ μὲν ἐκ τοῦ βάρους ὠθοῦνται καὶ ὑφιζάνουσι, τό γε μὴν ὕδωρ θλιβόμενον ἀναπλεῖ. καὶ πίνουσιν εὖ μάλα εὐμηχάνως οἱ κόρακες, εἰδότες φύσει τινὶ ἀπορρήτῳ δύο σώματα μίαν χώραν μὴ δέχεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.