Click on a word to bring up parses, dictionary entries, and frequency statistics
στρατεύονται δὲ ἄρα οἱ Λίβυες οὐ μόνον ἐπὶ τοὺς γείτονας, ἵνα αὐτῶν πλέον ἔχωσιν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐλέφαντας. καὶ ἴσασί γε ἐκεῖνοι τῆς ὁδοῦ τῆς ἐπ᾽ αὐτοὺς τὴν ὑπόθεσιν οὐδὲν ἕτερον εἶναι ἢ τοὺς ὀδόντας. οἱ τοίνυν πηρωθέντες τὸν ἕτερον ἐπὶ μετώπου ἑστᾶσι, τῶν λοιπῶν προβαλλομένων αὐτούς, ἵνα οἳ μὲν ὑποδέχωνται τὴν πρώτην ὁρμήν, οἳ δὲ ἀμύνωσιν ἀκεραίῳ τῇ τῶν ὀδόντων ῥώμῃ καὶ ἰσοπαλεῖ, ἴσως δὲ τῶν Λιβύων καὶ καταφιλοσοφοῦντες καὶ ἐπιδεικνύντες αὐτοῖς ὅτι ἄρα οὐχ ὑπὲρ μεγάλου τοῦ ἄθλου κινδυνεύσοντες ἥκουσι. χρῶνται δὲ ἄρα τῷ [p. 165] μὲν τῶν ὀδόντων ὡς ὅπλῳ, καὶ τεθηγμένον αὐτὸν φυλάττουσι, τῷ δὲ ὡς σμινύῃ: καὶ γὰρ ἐν αὐτῷ ῥίζας ὀρύττουσι καὶ δένδρα ἐκμοχλεύσαντες ὑποκλίνουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.