Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ ἔχις περιπλακεὶς τῇ θηλείᾳ μίγνυται: ἣ δὲ ἀνέχεται τοῦ νυμφίου καὶ λυπεῖ οὐδὲ ἕν. ὅταν δὲ πρὸς τῷ τέλει τῶν ἀφροδισίων ὦσι, πονηρὰν ὑπὲρ τῆς ὁμιλίας τὴν φιλοφροσύνην ἐκτίνει ἡ νύμφη τῷ γαμέτῃ: ἐμφῦσα γὰρ αὐτοῦ τῷ τραχήλῳ, διακόπτει αὐτὸν αὐτῇ κεφαλῇ: καὶ ὃ μὲν τέθνηκεν, ἣ δὲ ἔγκαρπον ἔχει τὴν μίξιν καὶ κύει. τίκτει δὲ οὐκ ᾠά, ἀλλὰ βρέφη, καὶ ἔστιν ἐνεργὰ ἤδη κατὰ τὴν αὑτῶν φύσιν τὴν κακίστην. διεσθίει γοῦν τὴν μητρῴαν νηδύν, καὶ πρόεισι παραυτὰ τιμωροῦντα τῷ πατρί. τί οὖν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.