Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐλλοχῶσιν οἱ κροκόδειλοι τοὺς ὑδρευομένους ἐκ τοῦ Νείλου τὸν τρόπον τοῦτον. φρύγανα ἑαυτοῖς ἐπιβαλόντες καὶ δι᾽ αὐτῶν ἐμβλέποντες εἶτα ὑπονέουσι τοῖς φρυγάνοις. οἳ δὲ ἀφικνοῦνται κεράμια ἢ κάλπεις ἢ πρόχους κομίζοντες. εἶτα ἀρυτομένους αὐτοὺς ὑπεκδύντες τῶν φρυγάνων καὶ τῇ ὄχθῃ προσαναπηδήσαντες ἁρπαγῇ βιαιοτάτῃ συλλαβόντες ἔχουσι δεῖπνον. κακίας δὴ καὶ πανουργίας κροκοδείλων συμφυοῦς εἴρηταί μοι τὰ νῦν ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.