Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐρύθημα εἴ ποτε ἐπανατέλλει καὶ ὠχρίασις ἐπὶ ψιλῆς τῆς δορᾶς καὶ τριχῶν γυμνῆς, θαυμαστὸν οὐδέν: ταρανδὸς δὲ τὸ ζῷον, ἀλλὰ οὗτός γε θριξὶν αὐταῖς τρέπει ἑαυτόν, καὶ πολύχροιαν ἐργάζεται μυρίαν, ὡς ἐκπλήττειν τὴν ὄψιν. ἔστι δὲ Σκύθης, καὶ τὰ νῶτα παραπλήσιος ταύρῳ καὶ τὸ μέγεθος. τούτου τοι καὶ τὴν δορὰν ἀγαθὴν ἀντίπαλον αἰχμῇ ταῖς αὑτῶν ἀσπίσι περιτείναντες νοοῦσιν οἱ Σκύθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.