Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι δὲ ἐν τῇ θαλάττῃ τῇ Ἐρυθρᾷ καὶ πίθηκος, οὐκ ἰχθύς, ἀλλὰ σελαχῶδες ζῷον, οὐ μέγα δὲ οὐδὲ τοῦτο. ἔοικέ γε μὴν τῷ χερσαίῳ ὁ θαλάττιος τὴν χρόαν, καὶ τὸ πρόσωπον δὲ πιθηκῶδές οἵ ἐστι. προβέβληται δὲ τοῦ λοιποῦ σώματος ἔλυτρον, οὐκ ἰχθυῶδες, ἀλλὰ ὥς γε τὸ τῆς χελώνης εἶναι. ὑπόσιμος δὲ καὶ οὗτος, οἷα δήπου καὶ ὁ χερσαῖος. τὸ δ᾽ ἄλλο σῶμα πλατὺς κατὰ σχῆμα τὸ τῆς νάρκης, ὡς εἰπεῖν ὄρνιν εἶναι τὰς πτέρυγας ἁπλώσαντα: καὶ νηχόμενός γε ἔοικε πετομένῳ. παραλλάττει δὲ τοῦ χερσαίου καὶ ταύτῃ. κατάστικτός ἐστι, πυρροὶ δέ εἰσίν οἱ κατὰ τοῦ ἰνίου πλατεῖς, ὡς βράγχια. τὸ δὲ στόμα ἐπ᾽ ἄκρῳ τῷ προσώπῳ ἔχει μακρόν, συμφυῶς τῇ τοῦ χερσαίου πλάσει καὶ κατὰ τοῦτο ὁ ἰχθὺς εἰκασμένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.