Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ τοῦ ἐλάφου κέρας θυμιώμενον ὅτι τοὺς ὄφεις διώκει δῆλόν ἐστιν. λέγει δὲ Ἀριστοτέλης ὅτι καὶ λίθος ὁ γινόμενος ἐν τῷ Πόντῳ ποταμῷ ῾ἔστι δὲ οὗτος ἐν τῇ χώρᾳ τῇ Σιντικῇ τε καὶ Μαιδικᾖ ἐπιθυμιώμενος διώκει τοὺς αὐτούς, καὶ μέντοι καὶ φύσιν τοῦ λίθου περιηγεῖται τοιάνδε. ὕδατος μὲν εἴ τις αὐτοῦ καταχέοι, ἐξάπτεται: καόμενον δὲ ὑπερεξάψαι ῥιπίδι εἰ θελήσειας, ὃ δὲ κατασβέννυται. θυμιώμενον δὲ αὐτὸν ὀσμὴν ἀφιέναι ἀσφάλτου βαρυτέραν φασί. τούτοις ὁμολογεῖ καὶ Νίκανδρος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.