Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀετὸς δὲ ὀρνίθων ὀξυωπέστατος. καὶ Ὅμηρος [p. 24] αὐτῷ σύνοιδε καὶ τοῦτο, καὶ μαρτυρεῖ ἐν τῇ Πατροκλείᾳ, εἰκάζων τὸν Μενέλεων τῷ ὄρνιθι, ὅτε ἀνεζήτει Ἀντίλοχον, ἵνα ἄγγελον ἀποστείλῃ τῷ Ἀχιλλεῖ, πικρὸν μέν, ἀναγκαῖον δέ, ὑπὲρ τοῦ πάθους τοῦ κατὰ τὸν ἑταῖρον αὐτοῦ, ὃν ἐξέπεμψε μέν, οὐχ ὑπεδέξατο δέ, καίτοι ποθῶν ἐκεῖνος τοῦτο. λέγεται δὲ μὴ ἑαυτῷ μόνῳ χρήσιμος, ἀλλὰ καὶ ἀνθρώπων ὀφθαλμοῖς ὁ ἀετὸς ἀγαθὸς εἶναι. εἰ γοῦν μέλιτί τις Ἀττικῷ τὴν χολὴν αὐτοῦ διαλαβὼν ὑπαλείψαιτο ἀμβλυνόμενος, ὄψεται καὶ ὀξυτάτους γοῦν ἰδεῖν ἕξει τοὺς ὀφθαλμούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.