Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατάγουσιν ἐς τὴν θάλατταν, καὶ ταχέως ἐξάγουσι: καὶ ὅταν πολλάκις τοῦτο δράσωσι, τελευτῶσαι νηκτικώτατα ἀπέφηναν αὐτά. ῥᾳδίως δὲ ἐς τὸν θαλάττιον βίον ὑπολισθάνει, τῆς διδασκαλίας μὲν προαγούσης αὐτά, βιαζομένης δὲ τῆς φύσεως τῶν μητρῴων καὶ ἠθῶν καὶ ἐθῶν ἐρᾶν. ἀετὸς ζῷον πλεονεκτικόν, καὶ δι᾽ ἁρπαγῶν ποιοῦνται τὰς τροφάς, καὶ σαρκῶν ἐσθίουσι: καὶ γὰρ λαγὼς ἁρπάζουσι καὶ νεβρὸν καὶ χῆνα ἐξ αὐλῆς καὶ ἄλλα. μόνος δὲ ἄρα ἐν αὐτοῖς ὅσπερ οὖν καὶ Διὸς κέκληται κρεῶν οὐχ ἅπτεται, ἀλλὰ ἀπόχρη οἱ πόα: καὶ Πυθαγόρου τοῦ Σαμίου διακούσας οὐδὲ ἕν, ὅμως ἐμψύχων ἀπέχεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.