Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄνω που λέλεκταί μοι τὰς μυίας τὰς ἐν Ὀλυμπίᾳ τῇ τῆς πανηγύρεως ἐπιδημίᾳ ἑκούσας ἀφίστασθαι καὶ ὡς ἂν εἴποι τις μετὰ τῶν γυναικῶν ἐπὶ τὴν ἀντιπέρας ὄχθην τοῦ Ἀλφειοῦ ἀπιέναι. ἐν δὲ τῇ Λευκάδι ἄκρα μέν ἐστιν ὑψηλή, νεὼς δὲ Ἀπόλλωνι ἵδρυται, καὶ Ἄκτιόν γε αὐτὸν οἱ τιμῶντες ὀνομάζουσιν. οὐκοῦν τῆς πανηγύρεως ἐπιδημεῖν μελλούσης, καθ᾽ ἣν καὶ τὸ πήδημα πηδῶσι τῷ θεῷ, θύουσι βοῦν ταῖς μυίαις, αἳ δὲ ἐμπλησθεῖσαι τοῦ αἵματος ἀφανίζονται. δεκασθεῖσαι μὲν οὖν ἀπαλλάττονται αὗται, αἱ δὲ Πισαῖαι ἀδέκαστοι. κρείττους ἄρα ἐκεῖναι, αἰδοῖ τοῦ θεοῦ, ἀλλὰ μὴ μισθοῦ τὰ δέοντα πράττουσαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.