Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔχιν ἐχίδνης οἳ μὲν τῷ γένει διαφέρειν, οὐ μέντοι τῇ φύσει φασί: τὸν μὲν γὰρ εἶναι ἄρρενα, τὴν δὲ θήλειαν. οἳ δὲ καὶ τῇ φύσει διαφέρειν οἴονται: ἀλλοῖον μὲν γὰρ τοῦτο εἶναι ζῷον, ἀλλοῖον δὲ ἐκεῖνο. ἀκούω δέ τινων λεγόντων τοὺς μὲν ὑπὸ τοῦ ἔχεως δηχθέντας σπᾶσθαι, οὐ μὴν τοὺς ὑπὸ τῆς ἐχίδνης. ἕτεροι δέ φασι τὸ μὲν τῆς ἐχίδνης δῆγμα εἶναι λευκόν, τὸ δὲ τοῦ ἔχεως οὐ τοιοῦτον, πελιδνὸν δέ. Νίκανδρος δέ φησιν ἐκ μὲν τοῦ δήγματος ὅπερ οὖν ὁ ἔχις ἐμφύει δύο ὀδόντων ἴχνη φαίνεσθαι: πλειόνων δέ, εἰ δάκοι ἡ ἔχιδνα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.