Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μασσαγέται μέν, ὡς Ἡρόδοτος λέγει, τὸν φαρετρεῶνα πρό γε ἑαυτῶν κρεμάσαντες, εἶτα μέντοι ὁμιλεῖ τῇ θηλείᾳ ὁ ἄρρην ἐμφανῶς, εἰ καὶ ὁρῷεν αὐτοὺς οἱ πάντες, πεφροντικότες οὐδὲν ἐκεῖνοί γε. καμήλων [p. 167] δὲ ὁμιλία οὐκ ἄν ποτε ἐμφανὴς γένοιτο, οὐδὲ ὁρώντων οἱονεὶ μαρτύρων: ἀλλὰ εἴτε αἰδῶ φαμεν εἴτε φύσεως δῶρον ἀπόρρητον, ταῦτα Δημοκρίτῳ τε καὶ τοῖς ἄλλοις καταλείπωμεν ἐλέγχειν τε καὶ τὰς αἰτίας λέγειν ἱκανοῖς ὑπὲρ τῶν ἀτεκμάρτων τε καὶ οὐ συμβλητῶν. ἤδη δὲ καὶ ὁ νομεὺς ἀπαλλάττεταί ποι, ὅταν αἴσθηται τῆς συμφοιτήσεως αὐτοῖς τῆς πρὸς ἀλλήλους τὴν ὁρμήν, ὥσπερ οὖν ἀφιστάμενος παριοῦσιν ἐς θάλαμον νύμφῃ τε καὶ νυμφίῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.