Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ ὗς γνωρίζει τοῦ συβώτου τὴν φωνήν, καὶ ὑπακούει καλοῦντος, κἂν ᾖ πλανηθεῖσα: πλησίον δὲ τούτου τὸ μαρτύριον. τῇ γῇ τῇ Τυρρηνίδι κακοῦργοι ναῦν λῄστειραν προσέσχον, καὶ προσανελθόντες αὐλίῳ περιτυγχάνουσι, καὶ ἦν συβωτῶν τὸ αὔλιον, καὶ εἶχε πολλὰς ὗς. ταύτας οὖν συλλαβόντες ἐς τὴν ναῦν ἐνέβαλον, καὶ ἀπολύσαντες τὰ πείσματα εἴχοντο τοῦ πλοῦ. οἱ τοίνυν συβῶται παρόντων μὲν τῶν λῃστῶν ἡσύχαζον, ἐπεὶ δὲ ἔτυχον τῆς γῆς ἀποσαλεύσαντες, ὅσσον τε γέγωνε βοήσας, ἐνταῦθά τοι τὰς σῦς τῇ συνήθει βοῇ ὀπίσω παρὰ σφᾶς ἀπεκάλουν οἱ συβῶται. αἳ δὲ ὡς ἤκουσαν, ἐπὶ θάτερα τοῦ πλοίου [p. 213] ἑαυτὰς συνώσασαι ἀνέτρεψαν αὐτό. καὶ οἱ μὲν κακοῦργοι παραχρῆμα διεφθάρησαν, αἱ δὲ ὗς παρὰ τοὺς ἑαυτῶν δεσπότας ἀπενήξαντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.