Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἴδια δὲ ἄρα κυνῶν καὶ ἐκεῖνα εὐνοίας ὑπερβολὴν πᾶσαν ἐκνενικηκότα. πώλῳ μὲν τῷ τῆς τραγῳδίας ὑποκριτῇ ὁ κύων ὁ τρόφιμος αὐτοῦ τεθνεῶτι καὶ καομένῳ ἑαυτὸν συγκατέπρησε τῇ πυρᾷ ἐμπηδήσας. καομένῳ δὲ καὶ Μέντορι σκύλακες Ἐρετρικαὶ ἑαυτὰς συγκατέπρησαν ἑκοῦσαι κοινωνήσασαι τοῦ τέλους. Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν, τὸν μὲν ἐς τὴν σορὸν ἐνέθεσαν οἱ προσήκοντες, κυνίδιον δὲ Μελιταῖον ἑαυτὸ ἐνέβαλεν ἐς τὴν θήκην τοῦ νεκροῦ καὶ συνετάφη. πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾧ βασιλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, κνυζωμένου τε ἴσασιν ὅτι μὴ θυμοῦται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἕρμιππος τεκμηριῶσαι, μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκρέωνα πειθέτω: ἐμὲ δὲ μὴ λαθὸν εἶτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.