Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὰ τοῦ θέρους τοῦ πυρωδεστάτου τὰ τῶν Αἰγυπτίων πεδία ὁ Νεῖλος ἐπικλύσας ὄψιν μὲν αὐτοῖς θαλάττης ἡπλωμένης καὶ λείας δίδωσι, καὶ ἁλιεύουσι κατὰ τῆς τέως ἀρουμένης Αἰγύπτιοι, καὶ πλέουσι σκάφαις ἐς ταύτην τὴν ὥραν καὶ τήνδε τὴν ἐπιδημίαν τοῦ ποταμοῦ πεποιημέναις. εἶτα ὃ μὲν ὑπονοστεῖ καὶ ἐς τὰ ἑαυτοῦ μέτρα ὑποστρέφει τὰ ἐκ τῆς φύσεως οἱ νενομισμένα, ἰχθῦς δὲ χῆροι τοῦ πατρὸς καὶ ἔρημοι τοῦ ἀναπλεύσαντος ὕδατος ὑπολείπονται, ἐν ἰλύι παχείᾳ τρεφόμενοι γεωργοῖς δεῖπνον. καὶ βιαιότερον μὲν εἰρήσεται, ἄμητος δ᾽ οὖν ἰχθύων οὗτός ἐστιν Αἰγύπτιος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.